Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.267 Joseph. AJ 3.272 (English) >>Joseph. AJ 3.276

3.270

Ἂν δʼ ὑπονοήσῃ μεμοιχεῦσθαί τις αὐτῷ τὴν γυναῖκα, κομίζει κριθῆς ἀληλεσμένης ἀσσάρωνα, καὶ μίαν αὐτῆς δράκα ἐπιβαλόντες τῷ θεῷ τὸ λοιπὸν τοῖς ἱερεῦσι διδόασιν εἰς τροφήν. τὴν δὲ γυναῖκα στήσας τις τῶν ἱερέων κατὰ τὰς πύλας, αἱ δʼ εἰσὶ τετραμμέναι πρὸς τὸν νεών, καὶ τῆς κεφαλῆς τὸ ἱμάτιον ἀφελὼν ἐπιγράφει μὲν τοῦ θεοῦ τὴν προσηγορίαν διφθέρᾳ, 3.271κελεύει δὲ ὀμνύειν μηδὲν ἠδικηκέναι τὸν ἄνδρα, παραβᾶσαν δὲ τὸ σῶφρον τοῦ δεξιοῦ σκέλους ἔξαρθρον γενέσθαι καὶ τὴν γαστέρα πρησθεῖσαν οὕτως ἀποθανεῖν· ἂν δʼ ὑπὸ πολλοῦ τοῦ ἔρωτος καὶ τῆς διὰ τοῦτον ζηλοτυπίας προπετῶς ἀνὴρ διὰ τὴν ὑπόνοιαν εἴη κεκινημένος, μηνὶ δεκάτῳ γενέσθαι παιδίον ἄρρεν αὐτῇ. 3.272τῶν δʼ ὅρκων τελειωθέντων τῆς διφθέρας ἀπαλείψας τοὔνομα εἰς φιάλην ἐκπιέζει, προκομίσας τε ἐκ τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι καὶ καταπάσας ἐκπιεῖν δίδωσιν· δʼ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖται κατὰ τὴν γαστέρα· 3.273ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετʼ αἰσχύνης καταστρέφει τὸν βίον τοῦ τε σκέλους ἐκπεσόντος αὐτῇ καὶ τὴν κοιλίαν ὑδέρου καταλαβόντος. καὶ περὶ μὲν τῶν θυσιῶν καὶ τῆς ἁγνείας τῆς ἐπʼ αὐταῖς ταῦτα Μωυσῆς τοῖς ὁμοφύλοις προενόησε, νόμους δὲ αὐτοῖς τοιούτους ἔθετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.267 Joseph. AJ 3.272 (English) >>Joseph. AJ 3.276

Powered by PhiloLogic